Fordham University

 

Home | Ancient History Sourcebook | Medieval SourcebookModern History Sourcebook | Byzantine Studies Page
Other History Sourcebooks: African | East Asian | Global | Indian | IslamicJewishLesbian and Gay | Science | Women's


Medieval History


Select Sources Full Texts Saints' Lives Law Texts Maps Search Help


Selected Sources Sections Studying History End of Rome Byzantium Islam Roman Church Early Germans Celtic World Carolingians 10 C Collapse Economic Life Crusades Empire & Papacy France England Celtic States Iberia Italy Intellectual Life Medieval Church Jewish Life Social History Sex & Gender States & Society Renaissance Reformation Exploration
IHSP Credits

The Life of St. Thomaïs of Lesbos


Halsall Introduction

This is the Greek text of the Life of St. Thomaïs of Lesbos, translated by me in Holy Women of Byzantium, edited by Alice-Mary Talbot (Washington DC: 1996).

The text here is in Unicode. Netscape and IE can read this, but a unicode font must be installed. One is available for Windows machines, and can be downloaded at http://www.nyu.edu/classes/latin2/athena.zip

To find out more about various ways of reading Greek on the net, as well as methods of converting from various see Sean Redmond's Greek Font page at NYU.

 


Βίος καί πολιτεία τῆς ὁσίας καὶ θαυματουργοῦ Θωμαΐδος
 

1. Εἰ δὲ καὶ δικαίων μνήμην μετ' ἐγκωμίων τὰ ἱερά φησι γίνεσθαι λόγια, πῶς οὐκ ἐγκωμιαστέον τὴν τὸ θῆλυ γένος κοσμήσασαν; ἐξαίρω τοῦ λόγου τὴν θεομήτορα τὴν τῶν Χερουβὶμ ὑπερηρμένην ὡς κτισμάτων πάντων ἐπέκεινα· τοίνυν ὑμνητέον ὡς ἔφην τὴν πασῶν δικαίων δικαιοτέραν, ἧς ἡ παροῦσα πανήγυρις, τὴν θαυμαστην Θωμαΐδα, τὴν γένει καὶ βὶῳ πᾶσι περίπυστον, τὴν πάσαις ἀρετῶν ἰδέαις κωκοσμημένην καὶ φωτοειδὲς ἀπαστράπτουσαν, σεμνὴν τὸ ἦθοσ, κοσμίαν τὸν τρόπον, κοσμιωτἐραν τὸν Βίον, τὴν ἄσκησιν, Θωμαΐδα τὴν τὸ γένος τοῖς τρὸποις μᾶλλον κοσμήσασαν ἤ κοσμηθεῖσαν τῷ τοῦ γένους κύδει καὶ τῇ περιφανείᾳ καὶ τῇ λαμπρότητι.

2. Ταύτην ἤνεγκε Λέσβος, νῆσος ἄλλη μακἀρων (1) σχεδόν, τὴν μακαρίαν ἐκφύσασα καὶ ταὺτην ἐνεγκαμένη τῷ παρόντι βίῳ μέγα τι καλὸν ἐπαινετὸν και ἐράσμιον, ξυμπάσας Λεσβίδας κάλλει καὶ μεγέθει διαφερόντως ὐπερελάσασαν· ἥν σωματικαὶ καθωράϊσαν χάριτες, ἥν ἀρεται περιεστοίχισαν ξύμπασαι, τήν καὶ φύσιν τοῦ σώματος καὶ ταῖς ἀσωμάτοις ἐξισωθεῖσαν δυνάμεσι καὶ ἀγγελικῶς βιώσασαν καί τὰς ἀρχάς τοῦ σκότους πατήσασαν ναὶ μὴν καὶ τὰς ἡδονὰς ὡς ἄλλον συρφετὸν ἐκδιώξασαν καὶ σταυρὸν ἀραμένψν κατωμαδὸν καὶ τῶν δεσποτικῶν και θείων ἰχνῶν κατόπιν βαδίσασαν καὶ ὃλην ὃλου γεγονυῖαν Χριστοῦ, ὡς ἐκεῖνον διὰ παντὸς ἐνοπτρίζεσθαι κἀκείνου τῷ κάλλει καθάπαξ ἁλίσκεσθαι, ὡς ἑαυτὴν τῷ κόσμῳ σταυρώσασαν ἢ μᾶλλον ἐκτὸς αὐτοῦ γενομἐνην και ὅλῳ νοΐ σχολάζουσαν τῷ πρώτῳ καὶ φανοτάτῳ φωτὶ καὶ φῶς γίνεσθαι δεύτερον, τοῦ τοιούτου φωτὸς δεχόμενον ἀπομόργματα, ῥίζης εὐγενοῦς εὐγέστερον βλάστημα· οἷον γάρ φησι τὸ δενδρον, τοιοῦτος καὶ ὁ καρπός.

3. Ταύτην ὁ φύσας πατήρ, ἀνὴρ θεαρέστως ζῶν καὶ βίον ἔχων ἀγγελικόν, Μιχαὴλ ὠνομάζετο, τὸν τρόπον χρηστός, τὸν βίον σεμνός, τὸ φρόνημα σταθηρὸς καὶ πρὸ καιροῦ πολιός, τέλεια καὶ βεβηκότα φρονῶν ἐντελεῖ τῆς ἡλικίας τῷ καταστήματι· ὡς ἀληθῶς γὰρ οὐδέν γὰρ ἐστι τῶν ἁπαντων λόγου καὶ εὐφημίας ἐπάξιον, οὐ φυσικόν, οὐκ ἀσκητόν, ὅ μὴ ἑκείνῳ προσῆν· τὰς ἱερὰς πυξίδας ἀναπτύσσων πυκνῶς, ἐν αἷς ἀναγεγράφαται τὰ θεῖα θεσπίσματα, τὰς ἐν τοῖς θείοις ναοῖς συνάξεις ἀνερευνῶν, ὁπηνίκα τὸ θεῖον δοξολογεῖται θερμῶς, τῇ λέξει προσέχων, τὸν νοῦν ἀνιχνεύων, τὸ φρόνημα τῆς σαρκος ταπεινῶν, τὸ ἦθος κοσμῶν, τὸν βίον σεμνύνων, καλύπτων τὴν κεφαλὴν τὴν εἰς Χριστὸν ἀκραιφνεστάτην πίστιν, καὶ τοῦτο πάντως ὡς συνετός, τεθρίππῳ χρώμενος ἀγαθῷ, τῇ τετρακτύϊ λέγω τῶν ἀρετῶν, δι' ἧς θαμινώτερον ὡμίλει Θεῷ. Τούτῳ συνέζευκτο καὶ συνεργὸς τοῦ βίου Καλή, τὸ ἦθος καλλίστη, καλλίων δὲ ψυχήν, σωφρονοῦσα μᾶλλον, τὸ δ' ἀληθὲς εἰπεῖν ὁμοφρονοῦσα τἀνδρί, τὴν πολιτείαν ἐπαινετή, τὴν γνώμην συνετή, καλὴ τὴν προαίρεσιν· τοῦτο δὴ καὶ τῇ γυναικὶ προσυπῆρξε κύριον ὄνομα καί τοιαύτην προσηγορίαν ἐκ καλλίστης εὕρατο προαιρέσεως, ὅτι καὶ κατάλληλος ὁ τρόπος ἀπεφάνθη τῇ κλήσει · κἀντεῦθεν καὶ συνεργὸς ἐδόθη κατ' αὐτὸν ἡ Καλὴ τῷ εἰρημένῳ ἀνδρὶ καὶ ζεῦγος ἀπεφάνθη χρυσοῦν, ζεῦγος τρισεύδαιμον καὶ μακάριον, τὸν εὐαγγελικὸν εὐτόνως ἕλκον ζυγὸν καὶ φυλάττον τὰ θεῖα θεσπίσματα. Μακάριοι τοίνυν ἄμφω κατὰ τὸν προφήτην ἐκεῖνον, οὗ τὰ χείλη Σεραφικὸς ἄνθραξ ἐξέφανεν ὑπερκάθαρα, ὅτι ἐν Σιὼν ἐσχήκασι σπέρμα καὶ ἐν Ἱερουσαλὴμ οἰκείους. Ἀλλ' ὅπερ ἐλέγομεν οὕτω μὲν ἡ Καλὴ τὸν Βίον ὁμοῦ καὶ θεάρεστος ἀνδρὶ νομίμως ὁμοτρόπῳ συνέζευκτο· καὶ ἦν ὁρᾶν ἄμφω φρονοῦντας θαμὰ τὰ τοῦ βίου περιφρονοῦντας καλά, φρονοοῦντας, συμπνέοντας· πλούτου δὲ καὶ χρημάτων ἦσαν ἔχοντες ἱκανῶς, οὔτε πενίᾳ συνδουλούμενοι τῇ μέσῃ τύχῃ προσελαυνόμενοι καὶ τῆς ἀρετῆς αὐτῶν τρανὲς ὡς οἶμαι τεκμήριον.

4. Τούτους ἐφ' ἱκανὸν ὁ ἀπαιδίας ἐλύπει δεσμός, ὡς τοὺς τοῦ Κυρίου πάλαι προπάτορας ἡ τῆς ἀτεκνίας πέδη συνέσφιγγεν· ἐκλόνει τούτους πυκνῶς, κατέσειε θαμινῶς, τὴν ψυχὴν διεσπάραττε, διηνεκῶς τοῖς θείοις ναοῖς προσεδρεύοντας, παννύχοις ὑμνῳδίαις προσμένοντας, νὐκτωρ καὶ μεθ' ἡμέραν ὑμνοῦντας τὸν Κύριον· οὐδὲ γὰρ σωματικῆς ἡδονῆς ἕνεκα πρὸς ὁμοζυγίαν ἐτράπησαν· οὔμενουν· ἀλλ' ἑφέσει παιδὸς ἀγαθοῦ, τῆς θαυμαστῆς φημὶ Θωμαΐδος, πρὸς ἥν ὁ λόγος μᾶλλον ἐπείγεται · ἀλλα μικρὸν ἀναμεινάτω, ὡς ἄν τὰ τῆς ἀπαγγελίας ὅπως ἔχοι σαφῶς ἀπαγγείλειεν. 'Έπασχον οἰ γεννάδαι τῷ πόθῳ κάμνοντες τοῦ παιδός, ὡς πρώην οἱ πρόγονοι τοῦ ἐμου δεσπότου Χριστοῦ· οἴδατε πάντως, ὁ λόγος τίνας ᾐνίξατο · ἀθυμίᾳ συνείχοντο, θπηνώδη συνέπλεκον ῥήματα, οὐκ ἔληγον ἐκλιπαροῦντες Θεόν · γονυπετοῦντες, καθικετεύοντες, ὅλην τὴν ἡμέραν πενθοῦντες ἦσαν και σκυθρωπάζοντες· οὐκ εἶχον ὅ,τι καὶ δράσειαν· ἐπείπερ οὐκ εἶχον τὸ σφῶν αὐτῶν παρηγόρημα, τὰ τῆς Δαυϊτικῆς ᾠδῆς συνχάκις ἦσαν ἐπᾴδοντες· <<Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπι Κύριον ἔλεος κυκλώσει.>> Ναὶ μέντοι καὶ περιεκύκλωσεν ἔλεος καὶ δεομένους οὐδ' ὅλως παρώσατο· <<Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν Θαλάσσῃ μακράν.>> Ἐπέβλεψε τοίνυν ἐξ οὐρανοῦ ὁ Κύριος καὶ τοῦ στεναγμοῦ τῶν πεπηδημένων ἐπήκουσε· καὶ τῆς ἀπαιδίας δεσμοὺς ὡς ἄλλους τινὰς κλοιοὺς σιδηροῦς ἐπικειμένους σφίσι καὶ περισφίγγοντας ἔλυσε καὶ ἦρε τὸ ὄνειδος ἐξ αὐτῶν, τὸν τῆς ἀπαιδίας φημι κλοιὸν τὸν Βαρὺν αὐτοῖς ἐπικείμενον· καὶ γίνεται τοῖς εἰρημένοις ἐξ ἐπαγγελίας καρπὸς ὡραῖος τὴν ὄψιν καὶ τὴν τοῦ ἤθους κατάστατιν· ὡραῖος ἦν εἰς ὅρασιν ὁ καρπός, τὴν δἐ ψυχὴν ὡραιότερος. Ἀλλ' ὅσα μὲν καὶ οἷα τῆς ὁσίας ἔπασχον οἱ γονεῖς στερούμενοι, φθάσας ὁ λόγος ἤδη προδιεσάφησεν.

5. Ὡς γοῦν τῶν παρακαλούντων Θεὸς πολλὰ πολλάκις ἐκδυσωπούμενος ἤκουσε καὶ πρὸς καιρὸν πάλιν ἰάσατο, τοῦτο μὲν δοκιμάζων τὴν καρτερίαν, εἰ μὴ ἐκκακοῖεν τοῖς πειρασμοῖς, εἰ μὴ ἀπαγορεύοιεν, εἰ ἀνατιθἐασι τὸ πᾶν τῷ Θεῷ· καθάπερ δῆτα καὶ πεποιήκασιν, ἀμέλει καὶ τοῖς θείοις ναοῖς συχνάκις τῆς ἡμέρας σχολάζοντες ἑπτάκις ᾔνουν τὸν Κύριον· καὶ ταῖς τῶν θείων γραφῶν ἀναγνώσεσι προσεμμένοντες προσευχῇ τε παννύχῳ καὶ νηστείᾳ προσκείμενοι τέκνον δοθῆναι τούτοις ἐξελιπάρουν τὸν Κύριον· τὰς τῶν δικαίων ἐζήλουν λιτὰς Ἰωακεὶμ καὶ 'Άννης, τῶν προγόνων τῆς θεομήτορος· ἔπαιον συξνάκις τὰ στέρνα, τὰ δέμνια τοῖς δάκρυσιν ἔλουον· ἀλλὰ <<τί Βοᾶτε πρός με; >> παρὰ Κυρίου ἐπήκουον· ἀλαλήτοις καὶ γαρ στεναγμοῖς ἐβόων πρὸς Κύριον· <<Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περἀτων τῆς γῆς καὶ τῶν ἐν Θαλάσσῃ μακράν· γενοῦ τοῖς δεομένοις αὐτὸς ἀρωγός· φάνθι ξυνέριθος τῷ Βουλήματι· δὸς καρπὸν κοιλίας τοῖς σοῖς οἰκέταις ἐξαιτουμένοις σε· μὴ ἀπώσῃ κενοὺς οἰκτρούς σοι λάτρας προσπίπτοντας.>> Ταῦτα καὶ τοιαῦτα πρὸς Κύριον φάσκοντες οὐκ ἐνέλιπον· <<Μὴ ἐπιχαρείησαν ἡμῖν οἰ ἀντίπαλοι· μὴ εἴπωσιν ποῦ ἐστιν ὁ Θεὸς αὐτων· ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν.>>. Τί γοῦν πρὸς ταῦτα ὁ τῶν θαυμάτων Θεὸς διαπράττεται; τὴν τούτον δέησιν οὐ παρέβλεψε, τοὺς στεναγμοὺς οὐ παρεῖδεν· ἀλλ' ἐν μιᾷ τῶν νυκτῶν τῇ θαυμασίᾳ Καλῇ γυναικί, τῇ τὸ ᾖθος καὶ τὸν τρόπον ὄντως καλῇ, κατ' ὄναρ οπτάνεται ἡ πανάμωμος παρθένος ἡ ἀειπάρθενος καὶ αὐτολεξεὶ <<πρὸς ταῦτα,>> φησί, <<μὴ στύγναζε, γύναι, μηδὲ δυσχέραινε τῆς ἀτεκνίας χάριν τῆς σῆς· οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τέκνον θῆλυ τἐξεις, πᾶσαν ἀθυμίαν ἀποδιώκειν μἐλλον ἐκ σοῦ πορρωτάτω, γύναι Καλή.>> Ταῦτα σχεδὸν ὕπαρ ἠκηκόει παρὰ τῆς θεομήτρος· καὶ διυπνισθεῖσα τῷ ταύτης ἀνδρὶ τοιαῦτα που διαλέγεται· <<Θεῖος ἐνύπνιον ἦλθεν ὄνειρος καὶ διὰ τοῦτο ἐξηγέρθην καὶ εἶδον· καὶ ὁ ὕπνος μου ἡδὺς ἐγένετο.>> Καὶ τὰ ὁραθέντα διηγήσατο ξύμπαντα. Ἀμέλει καὶ οὐ μετὰ πολὺ συλλαβοῦσα τέκνον γεννᾷ κατὰ τὴν ὑπόσχεσιν τῆς ἀειπαρθένου κόρης καὶ θεομήτρος· τούτῳ τὸ ὄνομα Θωμαΐς· τέκνον ἐξ ἐπαγγελίας ἀποτεχθέν, τὴν μὲν φύσιν θῆλυ, τὴν δ' ἀρετὴν καὶ τὴν ἄσκησιν πολλῷ τῶν ἀρρένων ἀρρενικώτερον.

6. Μετὰ ταῦτα τοίνυν οἱ ὁσίας γεννήτορες Λεσβόθεν ἀπάραντες τοῖς Βοσπορείοις ἐνῴκησαν μέρεσι κἀκεῖσε διῆγον ἐφ' ἱκανόν, νηστείᾳ καὶ παννύχῳ δεήσει προσκείμενοι, τῷ Κυρίῳ χαίροντες κατὰ τὸν απόστολον, ἐν παντὶ εὐχαριστοῦντες, θεαρέστως διάγοντες. Ηὔξανε γοῦν ἐκεῖνο καὶ ταῖς ἀρεταῖς ἐκρατύνετο, θεοσεβείᾳ προσκείμενον καὶ πάσαις ἀγαθῶν ἰδέαις κοσμούμενον · καὶ τὸ κρυπτόμενον κάλλος τῷ φαινομένῳ καὶ ἔξωθεν ὑπεδείκνυε καὶ ταῖς σωματικαῖς ἰδιότησι τὰς ψυχικὰς ἐνέφαινε χάριτας, ταῖς γνωρίμοις τὰς ἀφανεῖς, ταῖς ἐκτός τὰς ἐντός · καὶ ἦν ἰδεῖν ἁρμονίαν ἀρίστην σωματικήν, τὴν πνευματικὴν καλλονὴν ὑπεμφαίνουσαν · οὐδε γὰρ ἀγεννῶς παρὰ τῶν γεννητόρων ἐτρέφετο, ἀλλ' ἐν παιδείᾳ καὶ συνέσει καὶ νουθεσίᾳ πολλῇ · τραφεῖσα δ' οὕτω καὶ παιδευθεῖσα καλῶς καὶ πρὸς ἡλικίαν πεφθακυῖα τὴν περὶ τὰ εἴκοσι καὶ τέσσαρα ἔτη παρὰ τῶν αὐτῆς γεννητόρων ἀνδρὶ συζευχθῆναι κατηναγκάζετο, κἄν παρθενεύειν ἤθελε μᾶλλον καὶ σωματικὰς ἡδονὰς ἀγνοεῖν καὶ σαρκικὰς ὀρέξεις καταπατεῖν, ὡς τὸν ἑαυτῆς ναὸν καθαρὸν καὶ ἀρρύπαρον τῷ καθαρῷ Θεῷ παραστήσειεν · ἀλλ' ἔδει ταύτην καὶ παρθενίαν τηρῆσαι καὶ γάμον τιμῆσαι, τὰ πᾶσιν ἐπαινετὰ καὶ σεβάσμα. Πειθαρχεί τοῖς τοκεῦσι, πρὸς γάμον ἐκκλίνει, στεφάνῳ κλίνει τὴν κεφαλήν, ἀνδρὶ νομίμῳ συζεύφνυται · ὁ δέ, Στέφανος τὴν κλῆσιν, οὐ τὴν προαίρεσιν, οὐ δίδοται συνεργὸς κατ' αὐτὴν ἀλλὰ μαχητής, οὐ συνέριθος ἀλλὰ μάλα πολέμιος · ἔδει γὰρ παραπεπηγέναι τῇ ἀρετῇ τὴν κακίαν καὶ ἀγχιθυρεῖν που ταύτην κατὰ τὸν φάμενον. Ἀλλ' ὦ γενναίου νοός, ὦ φρενὸς σταθηρᾶς, ὦ γνώμης ἐπαινετῆς τῆς αὐτῆς καὶ πάλιν εἴχετο βιοτῆς · οὐκ ἔληγε διὰ παντὸς εὐχαριστοῦσα Θεῷ, σχολάζουσα τοῖς θείοις ναοῖς, τοὺς πένητας περιέπουσα, τὸν πλοῦτον κενοῦσα, τὰ ἑαυτῆς ἀποδιδοῦσα Θεῷ· <<Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι, ἡ δικαιοσύνη αὐτῆς μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·>> καὶ αὖθις · <<Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν>> ταῦτα τῆς Δαυϊτοκῆς ᾠδῆς ὑπἐψαλλε συνεχέστερον · τὸν νοῦν γὰρ ὅλον ταῖς τῶν θείων γραφῶν προσήρειδεν ἀναγνώσεσι · καὶ ταῦτα ψάλλειν οὐκ ἔληγεν · ἀλλὰ καὶ πράττειν οὐκ ἔκαμνεν · ὅλον τὸν πῆχυν ἀτράκτῳ προσήρειδεν · ὅσα τε περὶ τὸν ἱστὸν καὶ ὅσα ποικίλην ἔχει τὴν ὕφανσιν, καλῶς ἐτεχνούργει καὶ τεχνηέντως ἐξύφαινεν · αἱ χεῖρες αὐτῆς ἐποίησαν ὕφασμα καὶ γαστέρες πενήτων εἰς κόρον κατέφαγον · χεῖρες ἀπόρων χάριν μογοῦσαι, χεῖρες χιτωνίσκους τοῖς γυμνητεύουσιν ἐξυφαίνουσαι · πόδες πρὸς τοὺς θείους ναοὺς προθύμως βαδίζοντες καὶ τῇ παννύχῳ στάσει προσμένοντες · πόδες ἑστῶτες ἀεὶ εὐθύτητι · ὤ πόδες θαμινὰ πρὸς δὸσιν κινούμενοι, πόδες ἐν παρδείσῳ βαδίζειν ἀεὶ προαιρούμενοι · πόδες τῷ ὄντι μακάριοι.

7. Ἐπεὶ δὲ Λεσβόθεν ἀπάραντες οἱ τῆς ὁσίας γεννήτορες κἀκεῖθεν μετανάσται γεγονότες τοῖς Βοσπορείοις ᾤκησαν μέρεσιν, ἔδει δὲ ἂρα τὸν ἀρχῆθεν τούτους συζεύξαντα θανάτῳ διαρῆσαι πάλιν τρόποις οἷς οἶδεν αὐτος ὁ πάντα τὸ συμφέρον οἰκονομῶν, πρὸς τὴν μακαρίαν λῆξιν ὁ τῆς μακαρίας γεννήτωρ ἀποδημεῖ · καὶ ἡ μήτηρ ἀποκείρεται μὲν τὴν τρίχα, συναποκείρεται δὲ καὶ τύρβην βιωτικήν · τὸν μοναχικὸν ἀσπάζεται βίον, φοιτᾷ πρὸς σεμνεῖον, πνιγηρᾷ τινι κέλλῃ ἐναποκλείται · ταῖς ἀρεταῖς προστίθησιν ἀρετάς, προσομιλεῖν ἀπάρχεται τῷ Θεῷ, τὴν κλίνην καθ' ἑκάστην λούει τοῖς δάκρυσιν, ἀγρύπνῳ πρόσκειται προσευχῇ, νηστείᾳ διηνεκεῖ προσεμμένει, τὸν Κύριον ἑπτάκις τῆς ἡμέρας αἰνεῖ · οὕτως ἐπὶ θεμελίῳ στερρῷ καλὸν ἐπιτίθησιν ὄροφον · ἀσκητικῆς πολιτείας ἀντείχετο θέλουσα βιώσκειν ἀγγελικῶς ταῦτα καὶ τοιαῦτα δρῶσα νύκτωρ καὶ μεθ' ἡμέραν οὐκ ἔληγεν. Ἀλλὰ τὸ θυγάτριον ἁπαλωτέρας ὅν ἡλικίας τῆς ὡς ἔθος μᾶλλον ἐσχολακυίας προς ἀθύρματα παιδικὰ καὶ τὸν τυρβώδη βίον διεγνωκὸς καὶ συνεζευγμένον ἀνδρὶ πότερον ἠμέλει τῆς ἀρετῆς καὶ τοῦ σπουδαίου καὶ θεαρέστου κατερρᾳθύμει βίου καὶ κατεβλακευμένως διέκειτο; οὔμενουν · προθυμότερον δὲ τῶν εἰρημένων ἀνείχετο · καὶ ἦν ὁρᾶν ἐν ταὐτῷ τὸ καινότερον συνεζευγμένους · γυνή τις ἀνδρεία καὶ ἠρρενωμένη πρὸς ἀρετὴν σπεύδει καὶ τὴν φύσιν αὐτὴν ὑπερελάσαι τοῖς ὑπὲρ ἀρετῆς σπουδάσμασιν · οὕτω τὸ νικᾶν γονεῖς ὑπὲρ ἀρετῆς σπουδάσμασιν ἠγωνισμένους οὐκ ἀγεννές · πρὸς οὐρανὸν ἀεὶ τὰς χεῖρας ἐκτείνουσα, γονυπετοῦσα, δακρύουσα, προσομιλοῦσα Θεῷ καὶ τὸν θεῖον διηνεκῶς ἀπάπτουσα ἔρωτα καὶ τὰ τῳ Θεῷ ἀρέσκοντα δρῶσα, γυμνητεύοντας ἐνδιδύσκουσα, πεπτωκότας ἀνιστῶσα καὶ διεγείρουσα, οὕτω πάντα κάλων ἐκίνει πάντα τρόπον ἐζήτει, πᾶσαν ἐπενόει ἐπίνοιαν, δἰ ὧν τὰ δεσποτικὰ πρὸς τὸ τέλος ἀγάγοι θεσπίσματα, κἄν καὶ κωλύμην εἶχε τὸν Στέφανον, ὅν ὁ λόγος φθάσας ἄνωθεν ταύτη συνἐζευξεν · ἀντέκειτο γὰρ καθάπαξ τοῖς θαυμαστοῖς τῆς Θωμαΐδος θελήμασιν · ἡ μὲν γὰρ ἔσπευδε κενῶσαι τὸν πλοῦτον τοῖς πένησιν, ὁ δὲ αντικειμένως ἐφρόνει καθά τις Σατᾶν · ποσάκις ἤκουε παῤ αὐτῆς <<ὕπαγε ὀπίσω μου, Σατανᾶ · οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων>>, τοῦτο ἐκεῖνο ὅ καὶ τῷ Πέτρῷ τῷ κορυφαίῳ τῶν ἀποστόλων, τοῦ σωτηρίου πάθους ἠγνοηκότι μυστήριον, προσεπεφώνησεν ὁ Σωτήρ, ὀπίσο τούτου βαδίζειν αὐτὸν διδάσκων σαφέστατα · ἔπαιε συχνῶς τὴν γενναίαν, διεχλεύαζεν, ἐμυκτήριζεν · ἀλλ' ἦν ἀμετάτρεπτος ὥσπερ τις πύργος σιδήρεος μηδ' ὅλως κατασειόμενος μήτε μὴν σπαραττόμενος, τὰ τοῦ εὐαγγελίου κατὰ νοῦν λογιζομένη συχνότερον ῥήματα · <<Μακάριοι ἐστέ, ὅταν ὑμᾶς ὀνειδίσωσι καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμων ψευδόμενοι>>. Τίς ἄρα χωρίσειε ταύτην τῆς ἀγάπης τοῦ Χριστοῦ; οὐ πῦρ, οὐ ξίφος, οὐ κίδυνος, οὐ ῥήματα φλήναφα Στεφάνου φρονοῦντες τὰ φλήναφα.

8. Ἀλλά μοι τὰς ἀκοὰς ἀνατείνατε καὶ τῷ τῆς ὁσιομάρτυρος θείῳ βίῳ προσέχετε · οὐδε γὰρ τοῦ χοροῦ τῶν μαρτύρων χωρίσαι ταύτην ὁ λόγος θέλει, τὴν πληγὰς οὐκ ὀλιγας λαβοῦσαν, τὴν μαστιχθεῖσαν ἀφόρητα διὰ τὰ δεσποτικὰ καὶ θεῖα θεσπίσματα, οὐ παρὰ τυράννου καθυβρισθεῖσαν, οὐ καταπέλταις κολασθεῖσαν δεινως, οὐκ ἐξ ἀλλοφύλων μαστιχθεῖσαν δεινῶς (ἦ γὰρ ἄν ἦν οὑτωσὶ φορητόν), ἀλλὰ παρὰ τοῦ ῥηθέντος συζύγου τυραννικῶς ἐγκειμένου καὶ θεαρέστως ζῆν ὅλαις χερσὶ ταύτην ἀπείργοντος · ὡς γὰρ τῷ θείῳ προσήδρευε ναῷ καὶ σπουδὴν οὐ μικρὰν εἰ μὴ καὶ τὴν μεγίστην εἶχε καθ' ἐκάστην τοῦτο ποιεῖν, ἀπιούσῃ ταύτῃ πρὸς θεῖον τέμενος γυμνήτης πένης συνέκυρσε μεγίστῃ πενίᾳ περιπειρόμενος · ἀλλ' ὅρα μοι, τί διαπράττεται · τὸ οἰκεῖον ἀπαμφιέννυται ἄμφιον, γυμνητεύει διὰ Χριστὸν, ἀμέλει καὶ πάσχει διὰ Χριστόν · καὶ παρὰ τοῦ Στεφάνου δέχεται τὰς πληγάς, ἵνα τοῦ δεσποτικοῦ στεπφάνου τύχῃ παρὰ Χριστοῦ. 'Έγνωστο τοῦτο τ'ανδρὶ καὶ πληγὰς οὐκ ὀλίγας ἡ θαυμαστὴ Θωμαῒς ὑπομένει · μαστίζει ταύτην ἀνὴρ μὴ ποθῶν τὸν Χριστὸν ἀλλὰ τὸν κόσμον φιλῶν καὶ τοῖς ἐν κόσμῳ στοιχῶν, παντάπασιν ἀνέραστος ὤν τοῦ καλοῦ καὶ συνόλως εἰπεῖν μὴ δεχόμενος τὰ τοῦ πνεύματος ὡς ψυχικός τις ἄνθρωπος, ἤ μᾶλλον εἰπεῖν κοσμικὸς ἀνὴρ ἀλόγοις παρόμοιος κτήνεσι · βδελύτεται ταύτην ὁ βδελυρὸς καὶ μὴ δρῶσαν κακίαν κακίστην λογίζεται · ἀποστρέφεται ταύτην ἀποστροφῆς ἄξιος ὤν· ἡ δὲ καὶ πάσχουσα ὅμως πολλὴν εἴχεν ἔννοιαν μὴ ἀναπεπτωκέναι μήτε μὴν ἐνδοῦναι καὶ καταρρᾳθυμῆσαι τῆς ἐπαινετῆς ἐργασίας, τῆς χρηστῆς προαιρέσεως, ἀλλ' εὐχαρίτως ἔφερε τἀς πληγὰς ὡς μάρτυς χαίρουσα τῷ Χριστῷ καὶ τῶν αὐτῶν μειζόνως ἀντείχετο · ἔπληττε τὸν ἄνδρα παιομένη διὰ Χριστόν · ἔβαλλε βαλλομένη διὰ τοὺς πένητας · ἤγαλλεν, ἔχαιρεν <<Ἀγαλλιάσεται ἡ ψυχή μου χαίρουσα ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης·>> τάς γὰρ παρὰ τοῦ ῥηθέντος Στεφάνου πληγὰς ὡς ἱμάτιον σωτηρίου περιημπίσχετο.

9. Ὁρμᾷ τι πάντως ὁ λόγος νεανιεύσασθαι, τὸν μὲν σύνευνον ταύτης τῷ βδελυρῷ χαλκεῖ, τὴν μακαρίαν δὲ τῷ μακαρίῳ Παύλῳ τῷ θεοκήρυκι παραβάλλων · ἔστιν ἄρα καὶ ἰσαπόστολος · καὶ ἦν ὁρᾶν τὴν πάλην κἀνταῦθα τοῖς προρρηθεῖσιν ἰσοπαλῆ · οὐκ ἔσχεν ὅλως ἀνάπαυλαν τοῦ τὸν Παῦλον παίειν ὁ τηλικοῦτος τὴν κακίαν χαλκεύς, ἀλλ' οὐδ' ἐκεῖνος ἔληγε κηρύττων πάλιν τὸ εὐαγγέλιον · ὑπὲρ τούτου πολλάκις καὶ τὸν Κύριον καθικέτυεσε, κἄν καὶ τὸ κατὰ σκοπὸν αὐτῷ οὐ τετέλεσται· ναὶ μὴν καὶ ὁ Στέφανος οὐκ ἐπαύσατο τὴν καλὴν συνεργόν, τὴν ἀγαθὴν ἐργάτιν τῆς ἀρετῆς ταῖς ἀφορήτοις παίειν πληγαῖς, ἀλλ' ἔσπευδεν ἀνάρρουν φέρεσθαι ταύτην, σφοδροτέραις ταῖς ῥύμαις φερομένην πρὸς τἀγαθόν · ἤσχελλεν ἀναχαιτιζομένη θαμινῶς τοῦ καλοῦ (καὶ πῶς γὰρ οὔ; ) τῆς γνοώμης οὕτως εὖ ἔχουσα, ἑαυτὴν ἀντιθεῖσα Θεῷ, κόσμου ῥηγνύσουσα καὶ ὅλην ὅλῳ προσκολλῶσα Θεῷ · ἀλλ' οὐκ ἐξελιπάρει κατὰ Παῦλον τὸν Κύριον ῥυσθῆναι τοῦ πειραστοῦ, ἀλλὰ προθυμότερον τοῦ θεαρέστου βίου καὶ τῆς ἀρετῆς εἴχετο, καθά τις ξυρὸς εἰς ἀκόνην τὸν εἰρημένον ἄνδρα διακειμένη, πληγὰς οὐ λόγῳ ῥητὰς οὐκ ἔργῳ φορητὰς δεχομένη · ἀλλ' ἔστεργε ταύτας διὰ Χριστὸν ἡ τὸν Χριστὸν πρὸ ὀφθαλμῶν ἔχουσα · ὡς μαργάροις ἐκοσμεῖτο ταῖς ὠτειλαῖς, ὡς λίθοις πολυτιμήτοις τοῖς τραύμασιν, ὡς χρυσίοις τοῖς ῥαβδισμοῖς ἐποικίλλετο · κἄντεῦθεν καὶ παρέστη βασίλισσά τις ὥσπερ περιβεβλημένη πεποικιλμένη κατέναντι τοῦ παντάνακτος· ὡς ἐνωτίοις πολυτελέσι ταῖς ὕβρεσιν ἐκεκόσμητο · ἐνωραΐζετο τοῖς κολαφισμοις, τοἰς ἐμπαιγμοῖς ἐνηδύνετο. Ἀλλ' εἶχε μὲν οὕτω ταῦτα περὶ τὴν θαυμαστὴν Θωμαΐδα καὶ οὕτω παρὰ τοῦ συνεύνου ταύτης ἀπείργετο τῆς τῶν θείων σηκῶν προσεδρείας καὶ φιλοπτωχείας ἀνεχαιτίζετο · παντὸς ἀγαθοῦ τρόπου κωλύμην εἶχε τὸν ὅν ὁ λόγος φθάσας παρείκασε τῷ χαλκεῖ· καὶ τοῦ Δαβὶδ ὑπέψαλλε τὴν ᾠδὴν λέγουσα <<ἐξελεξάμην παραρριπτεῖθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν, >> ὅτι ἔλεος καὶ ἀλήθεια ταύτης προεπορεύετο καὶ τῶν πενήτων ἐπιστροφὴν ἐποιεῖτο καὶ πρὸς Θεὸν ὑμνῳδίας ἀνείχετο · ναὶ μέντοι καὶ πάσχουσα τῆς προθυμίας οὐκ ἐνεδίδου, ἀλλ' ἐπηύξανε τὴν προαίρεσιν · καὶ ἦν ὁρᾶν πάλην ἐνταῦθα καινήν · ἐκεῖνος οὐκ ἔληγεν ἀνασειράζων τὴν μακαρίαν τῆς μακαριστῆς καὶ συνήθους αὐτῇ προαιρέσεώς τε καὶ πράξεως · αὕτη μᾶλλον ἐπηύξανε τὴν φιλόπτωχον αὐτῆς γνώμην τε καὶ διάθεσιν ἀνδριζομένη πρὸς τὰ κρείττω καὶ βελτιώτερα. Ἀλλ' ἐπι τὴν τῶν κατὰ μέρος τῆς μακαριστῆς Θωμαΐδος θαυμάτων διήγησιν τὸν λόγον μεταβιβάσωμεν καὶ τὰ ταύτης θαυμάσια διηγητέον ὡς δύναμις.

10. Ἀρχὴ τῶν θαυμάτων. Ἐπεὶ γὰρ προσεδρεύειν τοῖς θείοις σηκοῖς ὁ λόγος ἡμᾶς ἀνεδίδαξε κἀκεῖσε πάντως τὰς προσεδρείας θαμινὰς ἐποιεῖτο, ἔνθα καὶ πάννυχος ὑμνῳδία πρὸς Θεὸν ἐτελεῖτο, τῷ ἐν Βλαξέρναις θειοτάτῳ προσεφοίτα ναῷ · διηνεκῶς περιῄει νύκτωρ τὴν ὅλην ὁδον ᾠδὰς ἱκετηρίους πρὸς Θεὸν ἀναπέμπουσα καὶ τὴν πάναγνον τούτου μητέρα καθικετεύουσα, πρὸς τὴν πάντιμον καὶ τὴν παναγίαν σορὸν παραπίπτουσα, καὶ ταύτην μετὰ δακρύων ἐκλιπαροῦσα καὶ χάριν αἰτοῦσα παγκόσμιον πραρσκευάσαι τὸν ταύτης υἱόν, ὀψιαίτερον διατιθεῖναι καὶ βραδῦναι πρὸς κάκωσιν καὶ σαββατισμὸν ἐπιθεῖναι τῆς ἐκ τῶν ἁμαρτημάτων τῷ κόσμῳ κακώσεως · οὐ γὰρ ὑπερ ἑαυτής ἠντιβόλει οὔτε μὴν ἐξελιπάρει τὸν Κύριον, ἀλλ' ὑπερ τοῦ κοινοῦ καὶ τῆς τοῦ κόσμου σωτηρίας τε καὶ ἀπολυτρώσεως · οὐ γὰρ τὸ ἑαυτῆς ἀλλὰ τοῦ ἑτέρου κατὰ τὸν ἀπόστολον ἔσπευδε · ναὶ μέντοι καὶ ἔργοις αὐτοῖς τὰ ῥηθὲν ἀπεδείκνυεν · ὡς γὰρ κατὰ τὸν τόπον ἐπέστησαν τὰ πάνσεπτα τῆς πανάγνου καὶ θεομήτερος εἰκονίσματα, τόπον ἐκεῖνον ὅς οὕτως ἐγχωρίως εἰώθει Ζεῦγμα καλεῖσθαι, αἴφνης τις ἀνέθορεν ἄνθρωπος ὀχλούμενος ὑπὸ δαίμονος · ὅς πρὸ τῶν ποδῶν τῆς μακαρίας προκυλινδούμενος οὕτω τρανῶς ἀνεβόα, τῆς ἀρετῆς δεικνύων τὴν δύναμιν, ἥν κεκρυμμένην εἶχεν ἐπὶ πολὺ· << ῾Έως πότε κρύπτεις σεαυτήν, ὦ δούλη Θεοῦ, καὶ οὐ τὰ ἔργα ταῦτα σαφῶς ἀνακηρύττειν εθέλεις ; μεγαλυνθήτω τὸ ὄνομα τοῦ Θεοῦ διὰ σοῦ. Θαυμάστωσον ἐπ' ἐμέ, Θωμαΐς, τὸ ἔλεος τοῦ Θεοῦ · κηρυχθήτω μετάνοια διὰ σοῦ καὶ ἄφεσις τῶν ἐμῶν ἁμαρτημάτων ἐξ ὑπογύου, δι' ἅ καὶ παραχωρήσει Θεοῦ καλάζομαι τήμερον · καὶ δέομαι τῶν σῶν προκυλινδούμενος ἁγίων ποδῶν, φανέρωσον σεαυτήν · δεῖξον ὅτι θαυμάσια μεγάλα τερατουργεῖ διὰ σοῦ ὁ τῶν θαυμασίων Θεός · ὁ ἰσχυρὸς ἐπ' ἐμοὶ διὰ τῆς σῆς θραυσθήτω χειρός · ὁ ὑπεναντίος συντριβήτω τῷ πλήθει τῆς δυνάμεως · περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με · ἕως πότε τὴν Βριάρεω χεῖρα κατ' ἐμοῦ κινήσειε τὸ δαιμόνιον; >> Ταῦτα διὰ τῆς Θωμαΐδος ἐπεβοᾶτο πρὸς Κύριον· τῆς γοῦν ἁγίας ἐπικαμφθείσης πρὸς ἔλεον καὶ τὰς χεῖρας ἐκπετασάσης πρὸς Θεόν, ἀφ' οὗ πᾶν δώρημα τέλειον καταπέμπεται, εἶθ' οὕτως ἐλαίου τῆς ὑπεράγνου τοῦ Λόγου μητρὸς τὰς χεῖρας ἀναλειψάσης καὶ τὸν ῥηθέντα χρισάσης, ἦν ὁρᾶν εὐθὺς τὸν δαιμονῶντα τελείως ἰαθέντα καὶ τὸν Θεὸν μεγαλύνοντα τὸν θαυμάσια μεγάλα τερατουργοῦντα, τὸν νεκροὺς ζωοῦντα, τὸν δαίμονας ἐξελαύνοντα, ὡς καὶ τοὺς παρατυχόντας ἰδόντας τὴν ταχίστην θεραπείαν τοῦ δαιμονῶντος ἐκείνου ἀνδρὸς τῷ Θεῷ τὸν ὕμνον τρανῶς ἀναπέμπειν, ὅτι καὶ τεθαυμάστωται πάντως ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ τὸ ὄνομα τούτου κηρύττεταί τε καὶ μεγαλύνεται διὰ τῶν ὁσίων δούλων αὐτοῦ, τὰ αὐτὰ τερατουργούντων, θαύματα, δαίμονας ἐκδιωκόντων, πᾶσαν μαλακίαν ἰωμένων καὶ κυδαζόντων τὸν Κύριον.

11. Θαῦμα Β´. Προσθετέον τῷ λόγῳ καὶ ἕτερον τῆς μακαρίας θαυμασιώτερον θαυ ματούγημα. 'Ένδον τις τὴν οἴκησιν εἶχε τοῦ οὕτως ἑπιλεγομένου τοῦ Ἀγκουρίου σεμνείου · τομίας δὲ ἦν · Κωνσατντῖνος τούτῳ ὄνομα · τοῦτον χρόνοις ἱκανοῖς τὰ τῆς παραλύσεως δεσμὰ συνέσφιγγεν, ἵν' οὕτως εἴπω, καὶ ἔθλιβεν ὡς τὸν τριάκοντα καὶ ὀκτὼ παραλύοντα ἔτεσιν · ἐσύστερον δὲ καὶ τὸ τῆς κυνάγχης ἐπισυνέβη δεινότατον νόσημα καὶ ἦγχε τοῦτον ἐφ' ἱκανόν · καὶ πρὸ ὀφθαλμῶν ἐθεᾶτο τὸν κινδυνον· μιᾷ γοῦν τῶν νυκτῶν ὑπνώττοντος τούτου, πρὸς αὐτὸν ἐπιστάς τις τοιαῦτα δημηγορῶν ἦν καὶ ὑποθήκας, αἷς χρὴ τῶν νοσημάτων ἀπαλλαγὴν εὑρέσθαι ταχεῖαν, συνετίθει τε καὶ συνέπλεκεν, οὑτωσι φάσκων· << Εἰ θέλεις τάχιον ἀπαλλαγῆναι τοῦ παρόντος σοι κινδύνου, μηδέν τι μελλήσας εἰς τὴν μακαρίαν Θωμαΐδα (προσθεὶς οὕτω καὶ τοὔνομα) στεῖλον ταχὺ καὶ τὸ τῶν ἁγίων αὐτῆς χειρῶν ἀπόλουμα λαβὼν χρῖσον ἐκεῖνο τὸ μέρος τοῦ σώματος, ὅ τὸν κίνδυνον ἀπειλεῖ σοι, καὶ ταχεῖαν ἐκεῖθεν εὑρήσεις τὴν ἵασιν.>> Ταῦτα ὁ θαυμαστὸς ἐκεῖνος καὶ θεῖος διηγήσατο ὄνειρος · πείθεται τοῦτο ὁ ἀσθενῶν καὶ ἀνανήψας τοῦ ὕπνου τὰ τοῦ ὀνείρου σύμπαντα διαπράττεται · καὶ στέλλει πρὸς τὴν ἁγίαν καὶ χρίεται τῷ τῶν χειρῶν αὐτῆς ἀπολούματι τὴν ξύμασαν τοῦ σώματος ὁλομέλειαν · καὶ παραχρῆμα τοῦ πάθους ἰᾶται καὶ πανταχοῦ τοῦ θαύματος τούτου κήρυξ γίνεται διαπρύσιος · δοξάζει τὸν πάντων Θεόν, μεγαλύνει τὸν τοὺς ἁγιους αὐτοῦ μεγαλύναντα.

12. Θαῦμα γ´. 'Έτι καὶ τοῦτο τοῖς εἰρημένοις προσαφηγήσομαι καινοπρεπέστερον καὶ θειότερον, διεγεῖρον πρὸς ὕμνον Θεοῦ ξύμπασαν ἀκοὴν καὶ διάνοιαν · Ἐγένετό ποτε κατὰ τὸ εἰωθος ταύτῃ σχολαζούσῃ τοῖς θείοις σηκοῖς καὶ ταῖς παννύχοις ὑμνῳδίαις χαιρούσῃ προσιέναι καὶ τῷ θείῳ Ὁδηγῶν (τῇ νῦν καλουμένῃ Ὁδηγητρίᾳ) σηκῷ · ἔνθα καὶ περί που μίαν τῶν πανσέπτων εἰκόνων τῆς θεομήτρος ἵστατο καὶ τὰς συνήθεις εὐχὰς ἐποιεῖτο · καὶ δὴ κατὰ τὸ ἔθος προσεδρευούσῃ τῷ εἰρημένῳ θείῳ σηκῷ ἀφ' οὗ πρωϊαίτερον πρόεισιν ἡ πάνσεπτος τῆς παναμώμου κόρης εἰκῶν κατὰ τὴν τρίτην τῆς ἑβδομάδος ἡμέραν παρὰ πάντων κυδαζομένη καὶ προσκυνουμένη κατὰ τὸ σύνθες, γύναιόν τι παρά τινος δαιμονίου καιρὸν ἱκανὸν ἐπηρεαζόμενον ἐκπηδῆσαν καταπίπτει τοῖς ποσὶ τῆς ἁγίας ἱσταμένης καὶ σχολαζούσης τῇ προσευχῇ καὶ τοιαῦτα πρὸς αὐτὴν ἀναφθέγγεται · <<Ἐλέησόν με τὴν δούλην τὴν σήν, ὦ τοῦ Θεοῦ δούλη, καὶ μὴ ἐάσῃς ἐς τοσοῦτόν με τὸ δαιμόνιον σινιάζειν καὶ περιάγειν με τῇδε κἀκεῖσε καθάπερ ἀνδράποδον · ἱκανὸς ὁ καιρὸς τῆς θλίψεως · οὐδέποθ' ἡμέρα γενήσεται σώτειρα, άλλ´ νὺξ τῆς δυσθυμίας πιέσει με ; καὶ κλονήσειν ἐθελει μοι καὶ εἰς τὸ μετέπειτα τὸ δαιμόνιον, καὶ ὁ βοηθή σων οὐδείς ;>> Ταῦτα καὶ τοιαῦτα οὐκ ἔληγε τὸ ῥηθὲν γύναιον κλαυθμυρίζον ἀφόρητα, δακρύον ὑπέρμετρα · λίαν γὰρ φίλοικτον χρῆμα γυνή · καὶ τῆς γυναικὸς κλαυθμοῖς καὶ ὀδυρμοῖς ἐπικαμφθεῖσα ταχὺ πρὸς ἔλεον διανίσταται καὶ ἐλαίῳ ἁγίῳ χρίει τὸ γύναιον · καὶ παρευθὺς τὸ δαιμόνιον δραπετεύει καὶ ἄφαντον γίνεται · καὶ θάμβους μεστὸν ὁρᾶται σύμπαν τὸ παρατυχὸν πλῆθος ἐπι τῇ ἀθρόᾳ θεραπείᾳ τοῦ εἰρεμένου γυναίου · τῆς γὰρ ἁγίας ἐφήψατο καὶ ταύτην ἐξελιπάρει, ὥστε τοῦ ταύτην ἐπηρεάζοντος ῥυσθῆναι δαίμονος, ὅ δῆτα καὶ γέγονεν.

13. Θαῦμα δ´. Ἐπειγέσθω τοίνυν ὁ λόγος σφοδροτέρᾳ τῇ ῥύμῃ καὶ ἐπὶ θάτερα τῆς θαυμαστῆς Θωμαΐδος τερατουγήματα. Γύναιον τι ἀσέμνως βιοῦν καὶ ἀκολασταῖνον καθ' ἕκαστα, τοῦτο δῆτα καὶ αἱμορραγοῦν ἦν ἕξ ἔτη καὶ πλεῖον καὶ ταύτῃ τῇ νόσῳ δεινῶς ἐμαστίζετο · ἀλλ' ἡ ἁγία γνοῦσα θεόθεν ταύτης τὸ νόσημα τοιάδε πρὸς αὐτὴν ἀφηγεῖτο· <<Εἰ θέλεις, γύναι, τῆς κατεχούσης σε ταύτης νόσου ἀπαλλαγῆναι, ἔκκοψον τὸ ἐν ταῖς θωίαις καὶ μεγάλαις ἑορταῖς συνουσιάζειν ἀνδράσι καὶ ἄθεσμα πράττειν κατὰ τὸ σύνητες · τὸ τῷ βορβόρῳ τῶν παθῶν ἐγκαλινδεῖσθαι διωξον πορρωτάτω.>> Τούτων γοῦν ἀποσχέσθαι τοῦ γυναίου ὑποσχεθέντος καὶ τὴν αἰσχροπραγίαν βδελυξαμένου, τῷ συνήθει ἐλαίῳ ἡ ἁγία τὴν γυναῖκα χρίσασα τεθεράπευκε · καὶ τὴν τληπαθῆ τοῦ χαλεποῦ πάθους ἀπήλλαξεν ὁ τῆς ἁγίας λόγος καὶ ἡ παραίνεσις· καὶ ὑγιὴς γέγονεν ἡ πολλὰ ἔτη νοσοῦσα καὶ μηκέτι ἁμαρτάνειν ὑπέσχετο· ἠκηκόει καὶ γὰρ παρὰ τῆς ἁγίας τὸ ἀληθῶς <<ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.>> Τὸ γὰρ τοῖς ἀφροδισίοις χρᾶσθαι καὶ μίγνυσθαι πάθεσιν ἄτοπον ἐλογίζετο.

14. Θαῦμα ε´. Συνέπραττε ταὐτα καί τις ἑτέρα γυνὴ τῆς αὐτῆς ἐχομένη πολιτείας ὁμοῦ καὶ διαγωγῆς, ταῖς ἑταιρίσι φρονοῦσα σύντροχα καὶ αὐτή, ναὶ μέντοι καὶ διαπράττουσα τὰ χείρω τε καὶ ψυχοβλαβῆ καὶ τὸν βίον ὡς πλεῖστα κατασωτεύουσα καὶ τὰ πλείω παρὰ καιρὸν ἀναλοῦσα καὶ πᾶν εἴ τι βδελυρὸν καὶ ἄκοσμον διαπράττουσα καὶ τῷ βορβόρῳ τῶν παθῶν ἐγκαλινδουμένη καὶ πορνικῶς βακχεύουσά τε καὶ κασσωρεύουσα · αὕτη τὴν θεραπείαν τοῦ προτέρου γυναιου τοῖς ὠσὶν ἔχουσα ἔναυλον τοῖς ποσὶ τὴς ἁγιας προσπίπτει καὶ θερμοτέροις χρᾶται τοῖς δάκρυσι · προστρέχει τῇ εἰρημένῃ δούλῃ Χριστοῦ, τὸ πάθος ὑποδεικνύει · τὸ δὲ καρκῖνος ἦν περὶ τὸν μαστόν, καὶ δεινῶς ἠνωχλεῖτο καὶ ἤσχαλλε · ναὶ μέντοι καὶ ἐξ ὅλης τῆς διαθέσεως ἐποίει τὸ τῆς ἐξομολογήσεως καὶ θερμοῖς ᾐτεῖτο δακρύοις τὸν ἔλεον · καὶ τοιαῦτα παρὰ τῆς Θωμαΐδος ἀκούει · <<Εἰ θέλεις ὑγιὴς γενέσθαι, τῆς παρλόγου καὶ βορβορώδους ἀπόστηθι μίξεως, τὸ ταύτης ἔκκοψον πάθος καὶ συζεύθηχτι νομίμῳ ἀνδρί, καὶ τεύξῃ ταχείας τῆς θεραπείας.>> Ταῦτα πεποιηκέναι πρὸς τὴν ἁγίαν ὑπέσχετο· καὶ μετὰ πολλοῦ τοῦ δέους ἐπαγγειλαμένη ποιῆσαι, τοῦ κατὰ σκοπὸν ταύτης ἐπέτυχε. Ταῦτα καὶ τοιαῦτα τερετουργήματα ζῶσα καὶ βίῳ τούτῳ διάγουσα ἡ θεία τῷ ὄντι διήνυσε Θωμαΐς, τὰ δὲ μετὰ τὴν ταύτης ἀποδημίαν πρὸς Κύριον οἷα, ὡς θαυμαστὰ καὶ εξαίσια.

15. Ἀλλὰ μικρὸν ὁ λόγος ἀναμεινάτω καὶ τὰ περὶ τοῦ συζύγου ταύτης διηγείσθω κατὰ λεπτόν. Ἐκάθητο τοίνυν ὁ ταύτης ἀνηρ ὥσπερ τις βιαστικὸς τύραννος ἐπισυνάγων τὸ μεσόφρυον, δηλονότι τὸ ἐπισκύνιον, ὑπόδρα τε βλέπων τὴν μακαρίαν καὶ καθειμένας ἔχων αὐτοῦ τὰς ὀφρῦς ἀγριωπὸν ἐνεδεικνυε βλέμμα καὶ βλοσυρὰν τὴν τοῦ προσώπου κατάστασιν · ἤσχαλλε παιομένη δεινῶς, ἔφερεν αἰκιζομένη ἀνηλεῶς · τὰς κολάσεις ὑπέμενε γενναίῳ φρονήματι, τῆς κατὰ Θεὸν πολιτείας ἐχομένη διηνεκῶς · ἀνεχαιτίζετο παρὰ τοὺ εἰρημένου ἀνδρός · ταῖς προσευχαῖς ἐσχόλαζε θαμινῶς, τῷ θεαρέστῳ βίῳ προσέμενεν · ἐν πᾶσι τοῖς τοῦ Θεοῦ ποιήμασι κατὰ τὸ εἰωθὸς ἐμελέτα διηνεκῶς, εἰ καὶ τὸ ἄλγημα τῆς μακαρίας ἀνεκαινίζετο, πονηρῶς ἐγκειμένου καὶ ὅλως τὴν εἰρημένην τοῦ τὰ τοιαῦτα πράττειν ἀπείργοντος · εἰ γὰρ καὶ χωλῷ παροικοῦσα τάχα ὑποσκάζειν παρ' ἐκείνου τὸν βίον ἀνεδιδάσκετο, ἀλλ' ὀρθῷ ποδὶ βηματίζειν οὐκ ἔληγε · καὶ γὰρ ἐναντία τῷ ταύτης ἀνδρὶ τὰ δρώμενα ἐνομίζετο καὶ δαπανηρὰ ἐλογίζετο · καὶ ὡς ἀσώτως βιοῦσα κατεγινώσκετο καὶ ὡς τὸν βίον ἀναλοῦσα διελοιδορεῖτο καὶ ἀνυβρίζετο · τὸ δὲ μᾶλλον, ἔλεος ἦν κατὰ τὰ θεῖα ἱερὰ θεσπίσματα ἐκπληρούμενον ἔλεον, περὶ οὗ καὶ ὁ Θεὸς αὐτος εἴρηκεν · <<'Έλεον θέλω καὶ οὐ θυσίαν · ἐὰν θυμίαμά μοι προφέρετε, βδέλυγμά μοί ἐστι.>> Μάταιον τὸ τοιοῦτον λελόγισται ἀλλὰ καὶ κακὸς ὁ μὴ δρῶν τῆν κακίαν παρὰ κακοῖς νομίζεται καὶ λογίζεται καὶ ὁ σώφρων ἠλίθος παῤ ἀκολάστοις ἐστι καὶ ὁ ἀνδρεῖος παρὰ τοῖς δειλοῖς ὡς θρασύς τις κακίζεται καὶ ἀσωτία ὑποτοπάζεται ἡ πρὸς τοὺς πένητας δόσις · καὶ γὰρ παραπεπήγασιν ταῖς ἀρεταῖς αἱ κακίαι καὶ εἰσί πως ταύταις ἀγχίθυροι · τοῦ γὰρ εἰρημένου ἀνδρὸς ἀγροικίᾳ συζῶντος καὶ τῇ ναυτιλίᾳ προστετηκότος κἀκεῖθεν τὰ πρὸς τροφὴν ποριζομένου καὶ τῆς μέσης τύχης ἐπαπολαύοντος, τοιοῦτόν τι συνέβαινεν · ἡνίκα παλινοστῶν ἦν πρὸς τὴν ἑαυτοῦ κατοικίαν, τὴν τῶν προσόντων αὐτῷ πραγμάτων ἀνάλωσιν ἐρεύνα καὶ ἐλογίζετο λογοπραγῶν καθ' ἑκάστην ὁπόσα τοῦ σφετέρου βίου ἀναλοῦσα <ἦν> κωλύειν οὐκ ἔληγε ταύτην τῆς πολλάκις ἐκφρασθείσης μοι πράξεως · ἦν γὰρ ὁρᾶν ὁσημέραι ταύτην ἀφθόνως ἐπιχορηγοῦσαν τοῖς πένησι δωρεάς, γυμνητεύοντας ἐνδιδύσκουσαν, ῥακενδυτοῦντας λαμπρειμονοῦντας δεικνύουσαν, ὀρφανοῖς τὰ σῖτα προσνέμουσαν, τοῖς ἀπόροις πρὸς τὸ ζῆν ἀναγκαίων πόρους παρέχουσαν, ἁβροτέρας τὰς δόσεις ποιοῦσαν, γυμνητεύειν διὰ Χριστὸν ἐθέλουσαν μᾶλλον ἤ τὸ γεῶδες τοῦτο καὶ πήλινον ἐνδιδύσκειν ἐφόλκιον, πάντα ποιοῦσαν καὶ πράττουσαν πρὸς θεραπείαν Χριστοῦ. Ἀλλὰ ταύτην οὕτω διακειμένην παίειν ἀπηνῶς ὁ παράνομος σύζυγος οὐκ ἐπαύετο, δαπανηρὰν ὀνομάζων τὴν διὰ Χριστὸν γενομένην καματηράν· καὶ γὰρ οὐκ ὀλίγα ὑπὲρ αὐτοῦ ἔκαμνεν, ἀμφιεννῦσα τοῦτον διὰ τῶν πενήτων ῥακενδυτοῦντα καὶ γυμνητεύοντα, ἄστεγον ὄντα, πεινῶντα, διψῶντα καὶ νοσηλευόμενον · πανταχῇ τῆς ἀγορᾶς περιῄει τὰ σκοτεινὰ ψηλαφῶσα, ἐρεβοδιφῶσα, ποῦ ποτε ἄρα ἐφεύροι κοιταζόμενον πένητα, μᾶλλον δ' αὐτὸν εἰπεῖν τὸν Χριστόν, ὡς ἄν αὐτὸν δανείσῃ τὸ ὄφλημα.

16. Τοῦτο δὲ πάντως κατὰ τὸν ἀψευδῆ τοῦ Κυρίου λόγον ἐκατονταπλάσιον ἐλάμβανεν ἐνταυθοῖ, ἐκεῖσε δὲ καὶ μυριοπλάσιον, πρὸς δὲ καὶ βασιλείαν οὐρανῶν τὸ μέγιστόν τε καὶ τελεώτατον, πρὸς ἣν ἔσπευδεν ὅλῳ τῷ πόθῳ, πρὸς ἥν ἀνέτεινεν ὅλον τὸν νοῦν, ἥν επεπόθει καὶ τάχιστα ἐσπούδαζε ταύτην καταλαβεῖν, δι' ἥν ἐμαστίζετο, πληγὰς οὐ φορητὰς ὑπεδέχετο καὶ ὠτειλὰς περιέφερεν · ἔθηγε τὸν κολαστὴν εἰς αὐτήν, <<τύπτε>> φάσκουσα <<μετ' οὐ πολὺ φθαρησόμενον σῶμα καὶ εἰς γῆν, ἐξ ἧς συνέστη, πάλιν ἀναλῦσαι μέλλον.>> ῾Άμα δὲ καὶ προφητικοῖς ἐχρᾶτο τοῖς ῥήμασι, τὸν αὐτῆς προσημαίνουσι θάνατον · ὅσον οὔπω γὰρ ἤδη πρὸς Κύριον ἔμελλεν ἐκδημεῖν ἡ θαυμαστὴ Θωμαΐς, ἡ τὸν αὐτῆς βίον τοῖς θεαρέστοις ἔργοις κοσμήσασα, ἡ λόγοις εὐαγγελικοῖς στηρίξασα ἑαυτήν, ἡ τοῖς πνευματικοῖς χαρίσμασι τὸν ἐντὸς καλλύνασα ἄνθρωπον, ἡ τὸν Χριστὸν πολλάκις εὐφράνασα, ἡ τὴν θεωρίαν τῇ πράξει πανσόφως συγκεράσασα τε καὶ μίξασα, ἡ τοῦ παρόντος βίου καταφρονήσασα, ἡ κόσμον προκρίνασα τῶν ἀρετῶν τὸν δὲ ῥευτὸν τουτονὶ κόσμον μισήσασα, ἡ τὸν ἑαυτῆς ἄνδρα κοσμοφρονοῦντα βδελυξαμένη τῷ δὲ Χριστῷ νυμφευθεῖσα ὡς νύμφη καλλίστη καλλιπάρθενος κόσμον ἡγησαμένη μᾶλλον τῶν ἀρετῶν ἤ τῶν ἐκ σηρικῶν ἀμφίων τὸν μάταιον. Οὕτω τοίνυν τῆς ἁγίας ἐφ' ἱκανὸν καιρὸν ἀνιαροῖς ὅτι πολλοῖς συζησάσης, καὶ γὰρ τρισκαιδέκατον ἤδη χρόνον τὰς σφοδρὰς ἐκείνας αἰκίας, τὰς ὀδυνηρὰς ὠτειλάς, τὰς ἀμέτρους ἔστεγε σμώδιγγας, τὰς πληγάς, τὸ μακάριον ἀπειλήφει τέλος καὶ πρὸς τὴν ἀγήρω καὶ ἀτελεύτητον μετέστη ζωήν, τὸν σύμπαντα χρόνον τῆς παρούσης ζωῆς τριάκοντα καὶ ὀκτὼ διανύσασα, πρώτην ἄγοντος τότε τοῦ Ἰαννουαρίου μηνός, ἡνίκα πρὸς Κύριον ἐξεδήμησε · ζῶσα δὲ ἔτι παρεγγυᾶται τοῖς συνοῦσιν αὐτῇ μὴ θελῆσαι θεῖναι ταύτην ἐντος τοῦ θείου σηκοῦ, ἀλλ' ἔξωθεν περὶ τὰ προαύλια, ἄχρις ἄν αὐτὸς ὁ πανοικτίρμων Θεὸς ἐθελήσῃ τερτουργῆσαι διὰ τῆς αὐτοῦ χάριτος καὶ δεῖξαι, ποῦ ἄρα χρεὼν κεῖσθαι αὐτήν. Καὶ ταῦτα μὲν ἐκείνη προεθέσπιζε λέγουσα, ἑαυτὴν ταπεινοῦσα, μᾶλλον δὲ τοῖς ἄκουσιν ὑπογραμμὸν καὶ τύπον ταπεινοφροσύνης ὑποδεικνύουσα · καὶ ἦν ὁρᾶν προφητικήν τινα χάριν καὶ ταπεινοφροσύνην ἐνθεωρουμένας ἄμφω καὶ νοουμένας τοῖς τῆς μακαρίας τοιοῖσδε ῥήμασιν· ἔφασκε γὰρ οὑτωσίν · <<Ἐπαν ἐκ τοῦ παρόντος σκήνους ἐξέλθῃ τὸ πνεῦμα μου, παρεγγυῶμαι πᾶσιν ὑμιν μὴ θελῆσαι καταθεῖναι τὸ γεῶδες τοῦτο σωμάτιον τοῦ θείου ναοῦ ἔνδοθεν, ἀλλ' ἐν τοῖς προαυλίοις, ὡς εἴρηται, ἄχρις ἄν ἡ θεία πρόνοια περὶ ἐμὲ τερατουργήσῃ θαυμάσια.>> Τοῦτο δὲ καὶ γέγονε · καὶ τεσσαράκοντα ἡμέραι τὸν ἀριθμὸν ἤδη διεληλύθασι μετὰ τὴν ταύτης ἐκδημίαν πρὸς Κύριον, καὶ θαυματοποιΐαι πλεῖσται γεγόνασι, τοῦ θείου ταύτης λειψάνου τὰς ἰάσεις παρεχομένου τοῖς προσιοῦσι τούτῳ ῥᾳδίως καὶ θαύματα τελοῦντος ἐξαίσια · καὶ ἃ μὲν ζῶσα τετέλεκεν ὁ λόγος φθάσας ἤδη προείρηκε, τὰ δὲ μετὰ θάνατον ταύτης ὁποῖα, ὡς καινὰ καὶ θαύματος ἄξια.

17. Θαῦμα ς´. Ἀνήρ τις ἐκ τῆς τῶν Νικομηδέων χώρας ὁρμώμενος καὶ ὑπὸ δαιμονίου σφοδροῦ ἐλαυνόμενος τῇ τῆς ἁγίας σορῷ προστρέχει μετὰ δεήσεων · κἀκεῖσε παραμένει χρόνον βραχὺν καὶ παρακλήσεις πεποιηκώς, ὡς τοῦ ἐνοχλοῦντος αὐτῷ δαιμονίου ἀπαλλαγείη ταχέως τὴν ἴασιν εὕρατο · αἱ γοῦν τῷ σεμνείῳ προσμένουσαι γυναῖκες σεμναὶ τὸν μοναχικὸν μετιοῦσαι βίον τὸ παράδοξον ἰδοῦσαι τοῦ θαύματος καὶ τοῦ ῥήματος ἀναμνησθεῖσαι τῆς μακαρίας καὶ τὴν πρόρρησιν ταύτης θαυμάσασαι μετὰ τῆς προσηκούσης τιμῆς τῷ θείῳ σηκῷ τὸ τῆς ἁγιας λείψανον ἐμβιβάζουσι καὶ τέλος διδόασι τῷ ταύτης παραγγέλματι.

18. <Θαῦμα ζ´> . Οὐ πολὺ τὸ ἐν μέσῳ, καί τις γυνὴ σεμνὸν μετιοῦσα βίον καὶ ὅλην ἑαυτὴν Θεῷ ἀναθεῖσα καὶ θεαρέστοις ἔργοις σχολάζουσα καὶ τὴν μοναδικὴν ἐκλεξαμένη διαγωγὴν τὴν μᾶλλον καὶ Θεὸν καθηδύνουσαν, ὡς ἡσύξως βιοῦσαν καὶ Θεῷ προσλαλοῦσαν καὶ τοῖς ἐκείνου θεσπίσμασι προσεμμένουσαν, παρὰ δαιμονίου δεινῶς ἠνωχλεῖτο τοῦ τῷ ἡμετέρῳ γένει βασκαίνοντος καὶ ὄμμα τούτῳ ἀρχῆθεν ἐπιβεβληκότος ἐπίφθονον ἄνωθεν τε καὶ ῥηθείσῃ γυναικὶ παρεισφρῆσαν ταύτην θανατῶσαι κακῶς ἐπεβούλευεν, ὡς τὴν ἡμῶν προμήτορα θανάτῳ πρότερον καθυπέβαλεν · αὔτη τοίνυν τῷ τῆς ἁγίας τάφῳ θερμοτέροις προσιοῦσα τοῖς δάκρυσιν ἔκλαιεν, ἠντιβόλει καὶ διὰ ταύτης ἐξελιπάρει τὸν Κύριον ῥυσθῆναι τοῦ θλίβοντος · τοῦ γὰρ δαιμονίου ταύτην σπαράττοντος, ἠνιᾶτο καὶ ἤσχαλλεν οἰκτρας τε ἠφίει φωνὰς ἐπικαμπτούσας πρὸς ἔλεον · <<Ἐλέησόν με, δούλη τοῦ Θεοῦ, καὶ τοῦ παρόντος ἀπάλλαξον δαίμονος.>> Καὶ τὴν κεφαλὴν αὐτης τῷ τάφῳ προσαράττουσα τὸν συνήθη ἔλεον εὕρατο καὶ τῆς δαιμονικῆς ἐπηρείας ἀπηλλάγη καὶ διοχλήσεως.

19. Θαῦμα <η´>. Προστίθησι τοῖς εἰρημένοις ὁ λόγος καὶ ἕτερον θαυματούργημα τῶν πρώην οὐδὲν ἧττον εἰ μὴ καὶ μεῖζον τῷ μεγέθει τε καὶ τῷ ἀξιώματι. Ἀνήρ τις ἐκ τῆσδε τῆς μεγαλοπόλεως ὥρμητο, τὴν κλῆσιν Εὐτυχιανός, ἔγγιστα που τοῦ τῆς Ὀξείας θείου ναοῦ κατοικῶν, ἐν ᾧ τιμᾶται πάντως ὁ τῶν οὐρανίων ταξιάρχης δυνάμεων πλούτῳ κομῶν καὶ ἀξιωμάτων ὄγκῳ βρίθων καὶ σεμνυνόμενος, γένει λαμπρῷ κυδαινόμενος, περίπυστος ἅπασι γνωριζόμενος · οὗτος οὖν γόησι τισι καὶ επαοιδοῖς ἀνδράσι κατεγοήτευτο δαιμόνων συνεργία καὶ τῇ πρὸς τὰ χείρω πάντως ῥοπῇ καὶ οὕτω πάρετος γέγονεν · ἤσχαλλε τοίνυν διὰ ταῦτα καὶ ἐποτνιᾶτο καὶ τὸν ἅπαντα βίον τοῖς Ἀσκληπιάδαις κατηνάλου, τῆς σωματικῆς ὑγιείας τυχεῖν ἱμειρόμενος · κἀν ταύτης τεμένει προστρέχει και ὅλον ἑαυτον ἐπιρρίπτει τῇ θαυμαστῇ Θωμαΐδι καὶ τοιάσδε φωνὰς ἠφίει καὶ ἔλεγεν· <<Ἐπίσης τοῖς λοιποῖς ἐπικαλουμένοις σε καὶ ἐπ' ἐμὲ τὰ ἐλέη σου ἔκχεε, ἔνδειξον τὴν θερμήν σου βοήθειαν, λύτρωσαί με της σφοδροτάτης ταύτης ἀνάγκης, ἥν ὁ τάλας περίκειμαι · δεῖξον τὴν πολλήν σου συμπάθειαν εἰς ἐμὲ τὸν ἀνάξιον δοῦλον σου τὸν μετα πολλῆς καταφυγόντα σοι πίστεως.>> Καὶ οὕτως αὐτοῦ εὐχομένου καὶ θρηνοῦντος ἀπαραμύθητα, ἡ μακαρία τὴν ἴασιν ἐβράβευσε, τἠς νόσου ῥυσαμένη τὸν ἄνδρα τὸν πάρετον· καὶ ὥσπερ τὴν κλίνην ἦρε πρὶν ὁ παράλυτος τῆς μακρᾶς ἐκείνης νόσου τὴν λύσιν εὑρών, οὕτω καὶ διὰ ταύτης ὁ ῥηθεὶς ἰάθη καὶ ἥλλετο · καὶ ὁ πρώην βαδίσαι ὅλως μὴ δυνάμενος ταχὺ ἐκ τόπου εἰς τόπον μεταβαίνειν ὡρᾶτο καὶ εὐδρόμως κινούμενος.

20. Θαῦμα θ´. Ἀλλὰ μεταβήτω λοιπὸν ὁ λόγος καὶ εἰς ἕτερον θειότερον τερατούργημα καὶ δεικνυέτω τοῦ Θεοῦ τὰ θαυμάσια καὶ μεγαλυνέτω τὴν τούτου δόξαν, ὡς χρή. Ἀνήρ τις ἐπιληψίας πάθει συνείχετο καὶ ὁ ποῦς σὺν τῇ χειρὶ ἄπρακτος ἦν · καὶ τὸ πάθος ἡ φύσις εἴχεν ἀνίατον · ἡ δὲ φήμη πανταχῇ διιοῦσα ταχυτάτῳ πτερῷ καὶ εἰς τὰ τοῦ ῥηθέντος ὦτα διὰ τάχους πεφοίτηκε καὶ πρὸς τὸν τῆς ἁγιας οἶκον εἷλκε τὸν ἄνδρα μηδὲ βραχύ τι μελλήσαντα · καὶ τῆς ἰάσεως τετευχὼς ἐπαλινόστει πρὸς τὰ οἰκεῖα ἄνοσος, ὑγιὴς καὶ τοῦ προλεχθέντος πάθους ἐλεύθερος, τὸν Θεὸν μεγαλύνων καὶ τῇ ἁγιᾳ ὡς λαμπρὰς τὰς χάριτας ἀνομολογῶν.

21. Θαῦμα ι´. ῾Έτερος δέ τις ἀνὴρ τὴν ἁλιευτικὴν μετιὼν πρὸς ἄγραν ἐπιβεβλήκει κατὰ τὸ ἔθος τὰ δίκτυα καὶ ἀπόλλυσι ταῦτα ἀπὸ τρικυμίας καὶ ζάλης χαλεπῆς διασκορπισθέντα · καὶ ἡ ζημία τοῦ ἀνθρώπου διπλῆ, οὐ τῆς τῶν ἰχθύων μόνον ἄγρας ἀποτυχόντι ἀλλὰ καὶ τῶν τῆς ἐπιστήμης ὀργάνων ὡς εἴρηται τελείαν πεπονθότι ἀπώλειαν · τί οὖν ; δέεται καὶ οὗτος τῆς μακαρίας, δάκρυσι καὶ ὀδυρμοῖς τὰ τῆς ἱκετηρίας συνανακίρνησι · καὶ οὐ διήμαρτε τῆς ἐντεύξεως · ἐπιστᾶσα γὰρ ἡ μακαρία τῷ ἀλιεῖ τὸν τόπον δηλοποιεῖ, καθ' ὅν ἦσαν τὰ δίκτυα κείμενα ἰχθύων πλείστων καὶ μεγάλων ἀνάμεστα · ῾Έβδομον δὲ ἐγχωρίως ὁ τόπος ὠνόμαστο · οὗ δὴ καὶ γεγονώς, ὡς κεχρημάτιστο παρὰ τῆς ὁσίας, ἐντυγχάνει τοῖς δικτὐοις πολλῆς καὶ δαψιλοῦς πεπληρωμένοις τῆς ἄγρας · καὶ μεθ' ὅτι πλείστης τῆς ἡδονῆς καὶ εὐθυμίας ἐπάνεισιν. Ἀλλ' ἐχέσθω καὶ τῶν ἑξῆς ὁ λόγος.

22. Θαῦμα <ια´>. Μονή τις ἐν τῇ μεγαλοπόλει τῇδε καθίδρυται, ἐν ᾗ τιμᾶται τὸ τῆς παναμώμου κόρης καὶ θεομήτορος ὄνομα και διαφερόντως κυδαίνεται (ἐπικἐκληται δὲ τὰ Μικρὰ Ῥωμαἰου παρὰ τοῖς ἐγκωμιάζουσιν) ἔγγιστά που τοῦ ναοῦ τοῦ θαυματουργοῦ Μωκίου διακειμένη, ἔνθα καὶ τὸ τῆς ἁγίας ἐνσεσορίασται λείψανον · ἧς τὴν ἡγουμενείαν ἡ κατὰ σάρκα μήτηρ τῆς μακαρίας καὶ θαυμαστῆς Θωμαΐδος ἐνεχειρίσθη. Συνέβη γοῦν ποτε βιβλίον ἀπολέσαι τὰς ἐκεῖ μοναζούας · οὗ μὴ εὑρισκομένου, ἐν πάσῃ ἀθυμίᾳ διετέλουν αὗται τυγξάνουσαι · ἤσχαλλον, ἠνιῶντο δεινῶς · ἀλλ' οὐκ ἐᾷ ταύτας ἡ συμπαθεστάτη καὶ φίλοικτος Θωμαΐς ἐπὶ πολὺ ἀθυμίᾳ κατέχεσθαι, ἀλλ' ἐπιστᾶσα νύκτωρ εἴρηκε πρὸς αὐτάς · <<Ζῆν με γινώσκετε ἀληθῶς, ἀδελφαί, εἰ καὶ τὰ πρὸς ὑμας τέθνηκα · ἡ δὲ βὶβλος ἐπι τὸν ἐμὸν κατάκειται τάφον συντηρουμένη μοι.>> Αὐτίκα γοῦν προσέρχονται τῇ σεβασμὶᾳ σορῷ, εὐρισκουσιν ἐν ἀσφαλεῖ κείμενον τὸ βιβλίον κατὰ τὴν τῆς ἁγίας ὑφήγησιν καὶ ὅλαι χαρμονῆς καὶ θάμβους πλήρεις ἐγένοντο καὶ πρὸς εὐξαριστιαν καὶ αἶνον ἐκινοῦντο, Θεοῦ τοῦ θαυμαστὰ ἐν τοῖς ἁγίοις αὐτου τερατουργοῦντος ἐκάστοτε · ὧν ἕν καὶ τὸ νυνὶ ῥηθησόμενον καὶ τοῖς προδεδιηγημένοις προστεθησόμενον.

23. <Θαῦμα ιβ.> Γυνή τις ἔγγιστα που τοῦ καλουμένου Βοὸς (1) ποιουμένου τὴν οἴκησιν χαλεπῷ τινι νοσήματι κατετρύχετο καὶ τὰ ἐντόσθια ἤλγει καὶ ὀξυτάτις ὀδύναις ἐβάλλετο· αὕτη τοίνυν ἀπογνοῦσα πάσης ἄλλης ἐλπίδος τῇ τῆς ἁγίας πρόσεισι τιμίᾳ σορῷ· καὶ μετὰ θερμοτάτης τῆς πίστεως τὴν παρ' αὐτῆς αἰτησαμένη βοήθειαν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐγκαρτερήσασα καὶ δάκρυα συχνὰ καταχέασα, ταχύτατα λαμβάνει τὴν θεραπείαν και τοῦ πιέζοντος πάθους παντελῶς ἀπαλλάττεται· ἀλλὰ τοσαύτης ἀπολελαυκὸς τὸ γύναιον χάριτος, οὐδ' αὐτὸ πρὸς τὴν εὐεργεσίαν ὤφθη ἀχάριστον οὐδὲ ψυχρὸν καὶ ἀγνῶμον ὡς εἰπεν τὴν προαίρεσιν ἀλλα τῇ τὰ μέγιστα χαρισαμένῃ καὶ εὐκταιότατα μικράν τινα καὶ τῇ δυνάμει σύμμετρον ἀποδιδοῦσα τὴν ἀμοιβήν, ἁψίδα τινὰ ἐφύπερθεν τοῦ τάφου τῆς ἁγίας ἀνήγειρε σὺν πόθῳ πολλῷ, εἰκόνων ἁγίων ἱστορίαις ταύτην κατακοσμήσασα· ἥτις καὶ μέχρι τοῦ νῦν περισῴζεται εἰς μέγιστον ἐκείνης μνημόσυνον· ἐκεῖ δὲ καὶ τίς ἄν καὶ παρελθεῖν δὺναιτο τοῦτο ἀξιοθαύμαστον ὄν μάλα καὶ χαριέστατον ; οὔκουν οὐδ' ἡμεῖς παρέλθωμεν ἀδιήγητον.

24. θαῦμα ιγ´. Ἀνήρ τις τὸν μοναδικὸν καὶ ἄζυγα βίον παιδόθεν ἀνῃρημένος καὶ τῆς θεοφιλοῦς ἐργασίας ὁλοτρόπως ἀντιποιούμενος, ᾧ Συμεὼν μὲν ἡ κλῆσις, πατρὶς δὲ ἡ περιφανεστάτη αὕτη τῶν πόλεων, προσευχάδιόν τι ἐσχηκὼς εὔτεχνον καὶ πολύτιμον (ἐκ γὰρ κοσμίας ὕλης διείργαστο) ἀπώλεσε τοῦτο τοιουτοτρόπως · καὶ γὰρ ὑπο τινος αὐτῷ προσφιλοῦς συνέβη τοῦτο ζητηθῆναι · ὁ δέ μηδὲν περίεργον ὑπολογισάμενος ἁπλῇ καὶ φιλικῇ προαιρέσει δίδωσιν ἑτοίμως τῷ φίλῳ τὸ πρὸς χρείαν ἐξαιτηθέν · ἐκεῖνος δὲ λαβὼν τοῦτο και οἴκαδε ἀπαγαγὼν ἠθέλησεν ὑποκρύψαι συνεργίᾳ σατανικῇ · ὁ τοίνυν εἰρημενος θεοφιλὴς ἀνὴρ εις λήθην μετὰ ταῦτα τοῦ δεδομένου ἐλθὼν καὶ ᾧ τοῦτο δέδοτο, οὐ μικρῶς ἠθύμει καὶ ἤσχαλλεν · ἡ γοῦν ἁγια τῷ εἰρημένῳ κατ' ὄναρ ἐμφανισθεῖσα τοιαῦτα φησίν · <<Οἶδας, τίνι δέδωκας ὅπερ ἐκέκτησο προσευχάδιον ; ἀλλ' εἰ ἐπιλέλησαι, ἀναμνήσθητι·>> καὶ ἅμα δὴ αὐτη τὸν λαβόντα παρεδήλου και ἀνεμίμνησκεν αὐτολεξεὶ οὕτως εἰποῦσα ὅτι · <<Παρὰ τοῦ φιλουμένου σοι Ἰωάννου κατέχεται τὸ ζητούμενον>>. Ο δὲ ἀναμνησθεὶς καὶ ζητήσας, ταχέως τὸ οἰκεῖον ἀπἐλαβε καὶ τῇ ἁγίᾳ μεγάλας τῆς περὶ αὐτὸν προμηθείας ὡμολόγει τὰς χάριτας.

25. Θαῦμα ιδ´. Ἀναγκαῖον ἐστὶ καὶ ἡμᾶς ἐπιμνησθῆναι τῶν συνεύνου ταύτης παθῶν καὶ μὴ σιγῆσαι ταῦτα μήτε παραδραμεῖν ἀλλὰ τῷ παρόντι λόγῳ σαφηνίσαι τε καὶ ἑρμηνεῦσαι ὡς οἷόν τε, ὁποίαν τε εἴσπραξιν εὕρατο τοῦ κακίστου καὶ φαυλοτάτου βίου αὐτοῦ · καὶ γὰρ προσκέκρουκέ τινι δαίμονι τὴν ἱσχὺν χαλεπῷ καὶ ὑπ' αὐτοῦ σφοδρῶς ἔνθεν κἀκεῖθεν ἠλαύνετο · καὶ τὸν τῆς ἁγίας καταλαμβάνει τάφον θρηνῶν ἀπαράκλητα · καὶ πολλὰ τοῦ δαίμονος ἐκεῖσε τοῦτον σπαράξαντος καὶ μὴ θελήσαντος ἐκεῖθεν ἐξεληλυθέναι, τῇ δεήσει ταύτης τῆς σωτηρίας ἐπέτυχεν. Ἀλλ' ὥσπερ ἀμήχανον ψάμμον θαλάσσης ἐρευνῆσαι και ἴχνη νηὸς ποντοπορούσης, οὕτως καὶ τῶν τῆς ἁγίας θαυμάτων διήγησιν θέσθαι λεπτομερῆ · ἀλλ' ὥσπερ ἐξ ὀνύχων τὸν λέοντα κἀκ τοῦ κρασπέδου καταλαμβάνει τις ὅλον τὸ ὕφασμα, οὕτως κἀκ τῶν μερικῶν αὐτῆς θαυμάτων τὸ πᾶν καταλάβοι τις · μέχρι γὰρ καὶ δύο καὶ δέκα χρόνων οὐκ ἐπαύσατο τὰς ἰάσεις ἐπιτελεῖν εἰς τοὺς μετὰ πίστεως προσιόντας αὐτῇ νύκτωρ καὶ μεθ' ἡμέραν · ἀλλὰ καὶ μὲχρι καὶ σήμερον τοῖς θερμῶς ἐπικαλουμένοις αὐτὴν οὐ παύεται τὰς ἰάσεις ἀφθόνοις ἐπιχορηγεῖν.

26. Ἀλλ' ὦ ὁσίων συμμέτοχε, διακαίων ἰσοσταάσιε, ἀγγέλων ἐνόμιλε, μὴ παύσῃ καθικετεύουσα τὸν πανοικτίρμονα καὶ φιλάνθρωπον Κύριον ταῖς σαῖς θερμαῖς ἱκεσίαις, περιφρουρεῖν τὸν τῆς πορφύρας κλάδον, τὸν ευθαλέστατον Ῥωμανόν, τὸν ἐν φιλοχρίστοις φιλοχριστότατον ἄνακτα, τὸν πάσαις καλῶν ἰδέαις περιαστράπτοντα · δίδου δὲ τούτῳ καὶ πᾶσαν φιλαρχίαν ἐθνῶν κατατροποῦσθαι καὶ πᾶσαν τούτων πανσπερμίαν τὴν μιξοβάρβαρον · καὶ χάριν βραβεύοις τούτῳ τὴν νικητήριον ὡς τῆς δικαιοσύνης ἀκριβεστάτῳ γνώμονί τε καὶ φύλακι, ὡς τῆς ἀληθείας κανόνι, ὡς τοῖς πᾶσι τὰ πάντα χρηστὰ ἐπιχορηγοῦντί τε καὶ βραβεύοντι· καὶ μὴ ἐλλίπῃς αὐτον ἀγαθύνουσα, πάντα τὰ πρὸς σωτηρίαν βραβεύουσα· συμπαρομάρτει δ'αὐτῷ νοητῶς καὶ συνέριθος γίνου ταῖς σαῖς ἱκεσίας καὶ φύλαξ ἄγρυπνος · ἀλλ' ἄγε καὶ πάντα τὸν σοὶ προσιόντα σκέπε καὶ φρούρει, διδοῦσα τούτοις ἐνιαυτὸν δεκτὸν καὶ εὐάρεστον, ὅτι καὶ ἐν ταύτῃ τῇ πρώτῃ καὶ καλλίστῃ τῶν ἡμερῶν τὸ τοῦ βίου τέλος ἐδέξω καὶ πρὸς Κύριον ἀπεδήμησας · αὕτη δὲ ἐστιν ἡ τῶν καλανδῶν πρωτίστη, καθ' ἥν καὶ ὁ μέγας ἐν ἀρχιερεῦσι Βασίλειος πρὸς Κύριον ἀπεδήμησε · μεθ' οὗ πρεσβεύοις ἀεὶ καὶ συμπαρείης τῷ ἡμετέρῳ ἡγεμόνι τῷ κρατίστῳ καὶ φιλευσεβεῖ αὐτοκράτορι· μέμνησο δὲ καὶ ἡμων τῶν σῶν ἀθλίων οἰκετῶν μικρὸν κεκοπιακότων εἰς τὴν σὴν ὑμνῳδίαν καὶ πρὸς τὴν τῶν θαυμάτων ἀρήγησιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει δόξα σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰωνας τῶν αἰώνων. Ἀμήν.
 


Source.

AASS.
 


This text is part of the Internet Medieval Source Book. The Sourcebook is a collection of public domain and copy-permitted texts related to medieval and Byzantine history.

Unless otherwise indicated the specific electronic form of the document is copyright. Permission is granted for electronic copying, distribution in print form for educational purposes and personal use. If you do reduplicate the document, indicate the source. No permission is granted for commercial use.

© Paul Halsall, September 1998
halsall@murray.fordham.edu